HYMNS for Sunday
Ἀπολυτίκιον Ἀναστάσιμον. Ἦχος δʹ.
Τὸ φαιδρὸν τῆς Ἀναστάσεως κήρυγμα, ἐκ τοῦ Ἀγγέλου μαθοῦσαι αἱ τοῦ Κυρίου Μαθήτριαι, καὶ τὴν προγονικὴν ἀπόφασιν ἀπορρίψασαι, τοῖς Ἀποστόλοις καυχώμεναι ἔλεγον· Ἐσκύλευται ὁ θάνατος, ἠγέρθη Χριστὸς ὁ Θεός, δωρούμενος τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Resurrectional Apolytikion. Mode 4.
When the women Disciples of the Lord had learned from the Angel the joyful message of the Resurrection and rejected the ancestral decision, they cried aloud to the Apostles triumphantly: Death has been despoiled, Christ God has risen, granting His great mercy to the world.
Τοῦ Ὁσίου. Ἦχος πλ. δʹ.
Ταῖς τῶν δακρύων σου ῥοαῖς, τῆς ἐρήμου τὸ ἄγονον ἐγεώργησας, καὶ τοῖς ἐκ βάθους στεναγμοῖς, εἰς ἑκατὸν τοὺς πόνους ἐκαρποφόρησας, καὶ γέγονας φωστὴρ τῇ οἰκουμένῃ, λάμπων τοῖς θαύμασιν, Ἰωάννη Πατὴρ ἡμῶν ὅσιε, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἠμῶν.
For the Devout Man. Mode pl. 4.
With the rivers of your tears you made the barren desert bloom; and with your sighs from deep within, you made your labors bear their fruits a hundredfold; and you became a star, illuminating the world by your miracles, O John, our devout father. Intercede with Christ our God, for the salvation of our souls.
Ἦχοςπλ. δʹ.
Εὐλογητὸς εἶ, Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ πανσόφους τοὺς ἁλιεῖς ἀναδείξας, καταπέμψας αὐτοῖς τὸ Πνεῦμα τὸ ἅγιον, καὶ δι' αὐτῶν τὴν οἰκουμένην σαγηνεύσας, φιλάνθρωπε, δόξα σοι.
Mode pl. 4.
Blessed are You, O Christ our God. You made the fishermen all-wise, by sending down upon them the Holy Spirit, and through them You drew the world into Your net. O Lover of mankind, glory to You.
Κοντάκιον. Ἦχος πλ. δʹ. Αὐτόμελον.
Τῇ ὑπερμάχῳ στρατηγῷ τὰ νικητήρια, Ὡς λυτρωθεῖσα τῶν δεινῶν εὐχαριστήρια, Ἀναγράφω σοι ἡ Πόλις σου Θεοτόκε. Ἀλλ' ὡς ἔχουσα τὸ κράτος ἀπροσμάχητον, Ἐκ παντοίων με κινδύνων ἐλευθέρωσον, Ἵνα κράζω σοι· Χαῖρε νύμφη ἀνύμφευτε.
Kontakion. Mode pl. 4. Automelon.
O Champion General, I your City now inscribe to you Triumphant anthems as the tokens of my gratitude, Being rescued from the terrors, O Theotokos. Inasmuch as you have power unassailable, From all kinds of perils free me, so that unto you I may cry aloud: Rejoice, O unwedded Bride.