Hymns for Sunday
ἈπολυτίκιονἈναστάσιμον. Ἦχοςδʹ.
Τὸ φαιδρὸν τῆς Ἀναστάσεως κήρυγμα, ἐκ τοῦ Ἀγγέλου μαθοῦσαι αἱ τοῦ Κυρίου Μαθήτριαι, καὶ τὴν προγονικὴν ἀπόφασιν ἀποῤῥίψασαι, τοῖς Ἀποστόλοις καυχώμεναι ἔλεγον· Ἐσκύλευται ὁ θάνατος, ἠγέρθη Χριστὸς ὁ Θεός, δωρούμενος τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Resurrectional Apolytikion. Mode 4.
When the women Disciples of the Lord had learned from the Angel the joyful message of the Resurrection and rejected the ancestral decision, they cried aloud to the Apostles triumphantly: Death has been despoiled, Christ God has risen, granting His great mercy to the world.
Ἀπολυτίκιον. ΤοῦΣταυροῦ. Ἦχοςαʹ.
Σῶσον, Κύριε, τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς βασιλεῦσι κατὰ βαρβάρων δωρούμενος, καὶ τὸ σὸν φυλάττων διὰ τοῦ Σταυροῦ σου πολίτευμα.
Apolytikion. For the Cross. Mode 1.
Save, O Lord, Your people and bless Your inheritance, granting victory to the faithful over the enemy, and by Your Cross protecting Your commonwealth.
Ἦχοςπλ. δʹ.
Εὐλογητὸς εἶ, Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ πανσόφους τοὺς ἁλιεῖς ἀναδείξας, καταπέμψας αὐτοῖς τὸ Πνεῦμα τὸ ἅγιον, καὶ δι' αὐτῶν τὴν οἰκουμένην σαγηνεύσας, φιλάνθρωπε, δόξα σοι.
Mode pl. 4.
Blessed are You, O Christ our God. You made the fishermen all-wise, by sending down upon them the Holy Spirit, and through them You drew the world into Your net. O Lover of mankind, glory to You.
Κοντάκιον. Ἦχοςδʹ. Αὐτόμελον.
Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ ἑκουσίως, τῇ ἐπωνύμῳ σου καινῇ πολιτείᾳ τοὺς οἰκτιρμούς σου δώρησαι, Χριστὲ ὁ Θεός· εὔφρανον ἐν τῇ δυνάμει σου τοὺς πιστοὺς βασιλεῖς ἡμῶν, νίκας χορηγῶν αὐτοῖς κατὰ τῶν πολεμίων· τὴν συμμαχίαν ἔχοιεν τὴν σήν, ὅπλον εἰρήνης, ἀήττητον τρόπαιον.
Kontakion. Mode 4. Automelon.
You who were lifted on the cross voluntarily, O Christ our God, bestow Your tender compassions upon Your new community to which You gave Your name. Cause our faithful emperors to be glad in Your power, granting them the victories against their adversaries. And for an ally, Lord, may they have You, peace as their armor, the trophy invincible.